Você está na página 1de 11

21 ΜΑΪΟΥ 2011.

ΣΑΒΒΑΤΟΝ· Τῶν Ἁγίων ἐνδόξων, μεγάλων, θεοστέπτων καί


Ἰσαποστόλων Βασιλέων, Κωνσταντίνου καί Ἑλένης.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Μετά τό· Εὐλογητὸς ὁ Θεός... ψάλλεται τό· Χριστός ἀνέστη..., τρίς, ἅπαξ ἐκ τοῦ
Ἱεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν καί ἀναγινώσκεται εὐθύς· Δόξα
Πατρὶ... Καὶ νῦν..., Παναγία Τριάς... κ.τ.λ.
Μετὰ τὸν Ἑξάψαλμον, Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις· “Ὅτι πρέπει σοι
πᾶσα δόξα..” καὶ μετὰ...Ἦχος δ', “Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...”(Ἐγκ. Ἀναγν.
Σελ. 41– 42).

ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον τῶν Ἰσαποστόλων, Ἦχος πλ. δ'
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν
οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε,
Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ,
πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Δόξα Πατρὶ... Τὸ αὐτὸ
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν
οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε,
Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ,
πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Καὶ νῦν... Ἀπολυτίκιον τῆς Ἑορτῆς, Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι
πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς,
Χριστὲ ὁ Θεὸς δόξα σοι.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος...

ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα τῶν Ἁγίων, Ἦχος γ', Θείας πίστεως
Νέος γέγονας, Δαυῒδ τοῖς τρόποις, γέρας ἄνωθεν, εἰσδεδεγμένος, τῆς βασιλείας
τῇ κορυφῇ σου τὸ ἔλαιον· σὲ γὰρ τῷ Πνεύματι ἔχρισεν ἔνδοξε. Ὁ ὑπερούσιος
Λόγος καὶ Κύριος· ὅθεν ἔλαβες, καὶ σκῆπτρον Σοφὲ βασίλειον, αἰτούμενος ἡμῖν
τὸ μέγα ἔλεος.
Δόξα Πατρὶ...Καὶ νῦν... Τῆς Ἑορτῆς, Ἦχος δ’, Ταχὺ προκατάλαβε.
Ὁ πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ
ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν· Τί ζητεῖτε πιάσαι, ἐμὲ τὸν ζωοδότην;
ἑορτῆς μεσαζούσης, ἐκβοῶν παρρησίᾳ· Μὴ τὴν κατ' ὄψιν κρίσιν κρίνετε
παράνομοι.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα τῶν Ἁγίων, Ἦχος πλ. β', Σήμερον τὸ
προφητικὸν
Ἑλκόμενος ἐπὶ σταυροῦ, ὁ Ποιητὴς τοῦ ἡλίου καὶ κτίσεως, σὲ ὡς ἀστέρα
φαεινόν, ἐξ οὐρανοῦ δι' ἀστέρων ἐφειλκύσατο, ᾧ καὶ κράτος πρῶτος τὸ
βασίλειον ἐπέθηκε· διὸ σε ἀνευφημοῦμεν, Κωνσταντῖνε Βασιλεῦ εὐσεβέστατε,
σὺν Ἑλένῃ μητρὶ τῇ θεόφρονι.
Δόξα Πατρὶ... Καὶ νῦν... Τῆς Ἑορτῆς, Ἦχος πλ. α’, Τῶν συνάναρχον Λόγον.
Ὁ Δεσπότης τῶν ὅλων ἐν τῷ ναῷ ἑστηκώς, ἑορτῆς μεσαζούσης, Πεντηκοστῆς
τῆς σεπτῆς, τοῖς Ἑβραίοις προσλαλῶν, διελέγχει τρανῶς, ἐν παρρησίᾳ πολλῇ,
ὡς Βασιλεύς ὢν καὶ Θεός, τὴν τύραννον αὐτῶν τόλμαν, ἡμῖν δὲ πᾶσι δωρεῖται,
δι' εὐσπλαγχνίαν τὸ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον
Κάθισματῶν Ἁγίων, Ἦχος δ', Ταχὺ προκατάλαβε

Σελ. 1
Ἡ εὔσημος μνήμη σου, ἐπιφανεῖσα ἡμῖν, αὐγάζει τὰ πέρατα, θεογνωσίας φωτί,
Κωνσταντῖνε θεόπνευστε· σὺ γὰρ ἐν Βασιλεῦσιν εὐσεβὴς ἀνεδείχθης, νόμους
ἐπουρανίου, Βασιλέως τηρήσας· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς
πειρασμῶν.
Δόξα Πατρὶ... Καὶ νῦν... Τῆς Ἑορτῆς, Ἦχος πλ. δʹ, Τὴν Σοφίαν καὶ Λόγον
Ἑστηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς Ἑορτῆς, ὁ διψῶν
ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου μου
νάματος, ποταμοὺς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς
ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μετ' ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο
βοῶμέν σοι· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς
φιλανθρωπίας τοῖς δούλοις σου.

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.


Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον
Σωτήρ μου. Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ
σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε
ἀπεξηραμμένοι.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε
ἀπεξηραμμένοι.
Δόξα Πατρὶ...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ
τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν
πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυῒδ τὸν δοῦλόν μου ἐν ἐλαίῳ ἁγίῳ
μου ἔχρισα αὐτόν.
Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυῒδ τὸν δοῦλόν μου ἐν ἐλαίῳ ἁγίῳ
μου ἔχρισα αὐτόν.
Στίχ. Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρά τούς
μετόχους σου.
Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυῒδ τὸν δοῦλόν μου ἐν ἐλαίῳ ἁγίῳ
μου ἔχρισα αὐτόν.
ΕΥΑΓΓΕΛΙΟΝ ΤΟΥ ΟΡΘΡΟΥ
Ἡ Τάξις τοῦ Εὐαγγελίου τοῦ Ὄρθρου
Ὁ Ἱερεύς· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορὸς· Κύριε ἐλέησον
Ὁ Ἱερεύς· Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,...
Ὁ χορὸς· Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Πᾶσα πνοὴ αἰνεσάτω τὸν
Κύριον. Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Ὁ Ἱερεὺς· Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
Ὁ χορὸς· Κύριε, ἐλέησον (γ').
Ὁ Ἱερεὺς· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ χορὸς· Καὶ τῷ Πνεύματί σου.
Ὁ Ἱερεὺς· Ἐκ τοῦ κατὰ Ἰώαννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα Πρόσχωμεν.
Ὁ χορὸς· Δόξα σοι Κύριε, δόξα σοι.

Ὁ Ἱερεὺς, Εὐαγγέλιον:Τῶν Ἰσαποστόλων·«Ἐγώ εἰμι ἡ θύρα…»(ζήτει τοῦτο τῇ 13ῃ


Νοεμβρίου).

Ὁ χορὸς· Δόξα σοι, Κύριε, δόξα σοι.


Σελ. 2
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης· "Ἀνάστασιν Χριστοῦ θεασάμενοι, ....."(Εγκ. Αναγν.
Σελ. 50)

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς ( χῦμα ) " Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου ...."
Δόξα Πατρὶ... Ἦχος β’
Ταῖς τῶν Θεοστέπτων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν
ἐγκλημάτων.
Πεντηκοστάριον, Ἦχος β', Βύζαντος
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε·
Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐγείρας ἐπὶ γῆς, τῷ
σταυρωθέντι δι' ἡμᾶς, ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον.

Ὁ Ἱερεὺς: Σῶσον ὁ Θεὸς ... Ὁ χορὸς Κύριε, ἐλέησον (ιβ').


Ὁ Ἱερεὺς: Ἐλέει καὶ οἰκτιρμοῖς... Ὁ χορὸς Ἀμήν.

ΚΑΝΟΝΕΣ
Κανὼν τῆς Ἑορτῆς, ᾨδὴ α', Ἤχος δ', Ὁ εἱρμὸς
Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ,
σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ
ἐτροπώσατο.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Μεγάλαι τῆς ὑπὲρ νοῦν σου Δέσποτα, θείας σαρκώσεως, εὐεργεσίαι λάμπουσιν
ἡμῖν, δωρεαί τε καὶ χάριτες, καὶ θεϊκαὶ λαμπρότητες, ἀγαθοδότως ἀναβρύουσαι.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ἐπέστης μαρμαρυγὰς Θεότητος, ἐξαποστέλλων Χριστέ, τῆς ἑορτῆς ἐν μέσῳ
προφανῶς· ἑορτὴ γὰρ χαρμόσυνος, τῶν σῳζομένων πέφυκας, καὶ σωτηρίας ἡμῖν
πρόξενος.
Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ἡ σάρξ σου διαφθορὰν ἐν μνήματι, οὐκ εἶδε Δέσποτα, ἀλλ' ὡς συνέστη ἄνευθεν
σπορᾶς, τὴν φθορὰν οὐκ ἐδέξατο, ἀκολουθίᾳ φύσεως ὑπερουσίως μὴ
δουλεύσασα.
Κανὼν τῶν Ἰσαποστόλων, ᾨδὴ α', Ἦχος πλ. δ'
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὑγρὰν διοδεύσας Μόνε ἐπουράνιε Βασιλεῦ, τῆς βασιλευούσης, ἁμαρτίας νῦν ἐπ'
ἐμοί, τῶν σῶν θεραπόντων ἱκεσίαις, τὴν ταπεινήν μου ψυχὴν ἐλευθέρωσον.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τῆς ἄνω γενόμενος ἐραστής, μάκαρ Κωνσταντῖνε, βασιλείας τῷ Βασιλεῖ, πάντων
καὶ Δεσπότῃ διανοίᾳ, καθαρωτάτῃ πιστεύσας ἐλάτρευσας.
Δόξα Πατρὶ...
Φωτὶ ἐλλαμφθεῖσα θεαρχικῷ, σκότος ἀγνωσίας καταλέλοιπας ἀληθῶς, θεόφρον
Ἑλένη καὶ γνησίως, τῷ Βασιλεῖ τῶν αἰώνων ἐδούλευσας.
Καὶ νῦν... Θεοτοκίον
Ἡ πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς
θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ σου ῥῦσαί με Δέσποινα.

ᾨδὴ γ', Ἤχος δ', Ὁ εἱρμὸς

Σελ. 3
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ
καταφυγὴ καὶ στερέωμα.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ναμάτων ζωοποιῶν, τῇ Ἐκκλησίᾳ τὰς πηγὰς ἤνοιξας· Εἴ τις διψᾷ, πρόθυμος, ἴτω
καὶ πινέτω, βοῶν Ἀγαθέ.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ἐκ γῆς μὲν πρὸς οὐρανόν, ἀνυψωθῆναι προφανῶς ἔλεγες· ἐξ οὐρανοῦ Πνεῦμα δέ,
πέμπειν ἐπηγγείλω τὸ ἅγιον.
Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Ὁ φύσει ζωοποιός, καὶ ἐκ Παρθένου γεννηθεὶς Κύριος, πᾶσι πιστοῖς δεδώρηται,
τὴν ἀθανασίαν ὡς εὔσπλαγχνος.
Ἕτερος , τῶν Ἰσαποστόλων, ᾨδὴ γ', Ἦχος πλ. δ'
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Οὐρανίας ἁψῖδος Ἀμοιβῶν οὐρανίων, ἐπιτυχεῖν ἔσπευσας· ὅθεν τῷ καλοῦντι
θεόφρον ἐπηκολούθησας, καὶ σκότος ἔλιπες, πατροπαράδοτον πλάνην, καὶ
φωστὴρ ἐν Πνεύματι θείῳ γεγένησαι.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τῷ Χριστῷ κολληθεῖσα, καὶ ἐπ' αὐτῷ Πάνσεμνε, ἅπασαν θεμένη ἐλπίδα τοὺς
ἱεροὺς αὐτοῦ, τόπους κατέλαβες, ἐν οἷς τὰ ἄχραντα Πάθη, σαρκωθεὶς ὑπέμεινεν,
ὁ ὑπεράγαθος.
Δόξα Πατρὶ...
Τὸ σωτήριον ὅπλον, τὸ ἀρραγὲς τρόπαιον, τῶν Χριστιανῶν τὴν ἐλπίδα, Σταυρὸν
τὸν τίμιον, φθόνῳ κρυπτόμενον, σὺ ἐφανέρωσας θείῳ φλεγομένη ἔρωτι
θεομακάριστε.
Καὶ νῦν... Θεοτοκίον
Ἱερᾶς πολιτείας, ἀποπεσὼν Ἄχραντε, παρασυνεβλήθην τοῖς κτήνεσι, καὶ
κατάκριτος, ὅλος γεγένημαι, ἡ τὸν Κριτὴν τετοκυῖα, πάσης κατακρίσεως ῥῦσαι
καὶ σῶσόν με.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,...

Κοντάκιον τῆς Ἑορτῆς (χῦμα)


Ἦχος δ', Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης,
πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ
ἀθανασίας· ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· Τοὺς οἰκτιρμούς σου
δώρησαι ἡμῖν· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.
Μεσῴδια Καθίσματα
Τῶν Ἰσαποστόλων, Ἦχος πλ. δ', Τὴν Σοφίαν καὶ Λόγον
Τὰς αἰσθήσεις ἐκτείνας πρὸς οὐρανόν, καὶ τῶν ἄστρων μανθάνων τὴν καλλονήν,
ἐκ τούτων μεμύησαι, τῶν ἁπάντων τὸν Κύριον, τοῦ Σταυροῦ δὲ τὸ ὅπλον, ἐν
μέσῳ ἀνέλαμψε, διαγράφον ἐν τούτῳ, νικᾶν καὶ κρατύνεσθαι· ὅθεν τῆς ψυχῆς
σου, ἐπανοίξας τὸ ὄμμα, τὸ γράμμα ἀνέγνωκας, καὶ τὸν τρόπον μεμάθηκας,
Κωνσταντῖνε πανσέβαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα Πατρὶ... Καὶ νῦν...
Κάθισμα τῆς Ἑορτῆς,Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
Ἑορτῆς μεσαζούσης τῆς νομικῆς, ἧς διδάσκων Σωτήρ μου ἐν ἱερῷ, ἐλέγχων τε
τὴν ἄνοιαν, τῶν ἀπίστων Ἑβραίων, καὶ βοῶν τοῖς ὄχλοις, θείᾳ φωνῇ ὡς
φιλάνθρωπος, ὁ διψῶν ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὅθεν ἐπηγγείλω,
τοῖς πιστεύουσι νέμειν, σοφίας τὰ νάματα, ἐκ πηγῆς ἀκηράτου σου. Διὰ τοῦτο
βοῶμέν σοι· Κατάπεμψον Χριστὲ ὁ Θεός, μόνος τὸ πανάγιον Πνεῦμά σου, καὶ
σῶσον ἡμᾶς, ὅτι ὑπάρχεις πολυέλεος.

Σελ. 4
[Σύμφωνα μὲ νεώτερη συνήθεια στὴ λατρευτικὴ πράξη μερικών(?) ἐνοριακῶν ναῶν καὶ χάριν
συντομίας, καταλιμπάνεται ἡ ἀνάγνωση τῶν κανόνων ἀπὸ τῆς δ´ ἕως καὶ τῆς στ´ ᾠδῆς. Ἐν
συνεχείᾳ λέγεται ὑπὸ τοῦ Ἱερέως ἡ Μικρὰ Συναπτὴ ὅπως μετὰ τὴν στ´ ᾠδή (ἐκφώνησις: Σὺ γὰρ εἶ
ὁ Βασιλεύς...)]

ᾨδὴ δ', Ἤχος δ', Ὁ Εἱρμὸς


Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη
ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ῥήξας θανάτου τὰς πύλας τῇ σῇ δυνάμει, ὁδοῦ ζωῆς ἐγνώρισας τῆς ἀθανασίας,
πύλας δὲ διήνοιξας, τοῖς πίστει κραυγάζουσι· Δόξα τῇ δυνάμει σου, Κύριε.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Τὴν μεσότητα τῶν ὅλων, καὶ τέλος ἔχων, καὶ τῆς ἀρχῆς ὡς ἄναρχος
περιδεδραγμένος, ἔστης ἐν τῷ μέσῳ, βοῶν· Τῶν θείων θεόφρονες, δεῦτε
δωρεῶν ἀπολαύσατε.
Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Νέμεις πλουσίως τὴν χάριν, τοῖς σὲ ὑμνοῦσι, καὶ τὸν ἐκ σοῦ τεχθέντα
προαιωνιον Λόγον, Μῆτερ ἀπειρόγαμε, πταισμάτων τὴν ἄφεσιν, τούτοις
αἰτουμένη πανάχραντε.
Ἕτερος , τῶν Ἰσαποστόλων, ᾨδὴ δ', Ἦχος πλ. δ', Εἰσακήκοα Κύριε
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Οὐρανόθεν ὡς Παῦλόν σε, πάλαι σαγηνεύει Χριστὸς ὁ Κύριος, Κωνσταντῖνε
ἐκδιδάσκων σε, βασιλέα τοῦτον μόνον σέβεσθαι.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὑπερλάμπρῳ σημείῳ σε, Μάκαρ δι' ἀστέρων Χριστὸς ὁ ἥλιος, καταυγάζει καὶ
φωστῆρά σε, τῶν ἐσκοτισμένων ἀναδείκνυσι.
Δόξα Πατρὶ...
Καὶ τοῖς τρόποις φιλόθεος, καὶ ταῖς θείαις πράξεσιν ἀξιάγαστος, Μακαρία
ἐχρημάτισας· διὰ τοῦτο πίστει σε δοξάζομεν.
Καὶ νῦν... Θεοτοκίον
Τὴν ψυχήν μου καταύγασον, τὴν ἐσκοτισμένην τοῖς πλημμελήμασιν, ἡ τὸν Ἥλιον
κυήσασα, τῆς δικαιοσύνης Ἀειπάρθενε.
ᾨδὴ ε', Ἤχος δ', Ὁ εἱρμὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφων, ἐκ
ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Τῶν θείων ἑορτῶν, τὴν μεσότητα φθάσαντες, τὸ τέλειον τῆς ἐνθέου, ἀρετῆς
ἐξασκῆσαι, σπουδάσωμεν θεόφρονες.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ὡς ὄντως ἱερὰ ἡ παροῦσα πανήγυρις· μεσότητα τῶν μεγίστων, ἑορτῶν γὰρ
ὁρίζει, καὶ λάμπει ἀμφοτέρωθεν.
Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Νοῦς ἀρχαγγελικὸς οὐκ ἰσχύει νοῆσαί σου, τὸν ἄφραστον ἐκ Παρθένου, καὶ
πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε.
Ἕτερος , τῶν Ἰσαποστόλων, ᾨδὴ ε', Ἦχος πλ. δ', Ὀρθρίζοντες, βοῶμέν σοι
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ὀρθρίσας πρὸς τὸν ἄδυτον Ἥλιον, καὶ Δεσπότην, Βασιλεῦ θεόσοφε, φωτὸς
ἀνάπλεως γέγονας.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Ἀγάπην καὶ τελείαν συμπάθειαν, ὡς πορφύραν, φοροῦσα κατῴκησας, νῦν εἰς τὰ
ἄνω βασίλεια.
Δόξα Πατρὶ...
Συνήφθης Ἀσωμάτων Ἑλένη χοροστασίαις, Θεὸν θεραπεύσασα, ταῖς ἐναρέτοις
σου πράξεσι.

Σελ. 5
Καὶ νῦν... Θεοτοκίον
Παρθένε τὴν ψυχήν μου καθάρισον μολυνθεῖσαν, ἡδοναῖς τοῦ σώματος, τῇ
ἐπηρείᾳ τοῦ ὄφεως.
ᾨδὴ ς', Ἤχος δ', Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου
κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Μεσίτης, Πεντηκοστῆς, ἐφέστηκε σήμερον, ἔνθεν τοῦ θείου μὲν Πάσχα,
θειοτάτῳ φέγγει καταυγασθεῖσα, ἐκεῖθεν δέ, τοῦ Παρακλήτου λάμπουσα χάριτι.
Στίχ. Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι
Ἐλάλεις, ἐν τῷ ναῷ Χριστὲ παριστάμενος, τῶν Ἰουδαίων τοῖς δήμοις, τὴν
οἰκείαν δόξαν ἀποκαλύπτων, καὶ προφαίνων, τὴν συμφυΐαν πρὸς τὸν γεννήτορα.
Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον
Γενοῦ μου, προστασία καὶ τεῖχος ἀκράδαντον, τῶν κοσμικῶν με σκανδάλων,
λυτρουμένη μόνη Θεογεννῆτορ, καὶ ταῖς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα.
Ἕτερος , τῶν Ἰσαποστόλων, ᾨδὴ ς', Ἦχος πλ. δ', Τὴν δέησιν ἐκχεῶ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Συνήθροισας θεοφόρων Πατέρων, τὸν μακάριον χορὸν παραδόξως, καὶ δι'
αὐτῶν, Κωνσταντῖνε τὰς πάντων, κυμαινομένας καρδίας ἐστήριξας, ὁμότιμον
δοξολογεῖν, τῷ τεκόντι τὸν Λόγον καὶ σύνθρονον.
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Πιστεύσασα ἐπὶ Κύριον ζῶντα, τὸν τὸ εἶναι παρεχόμενον πᾶσι, τῶν βδελυκτῶν,
καὶ ματαίων εἰδώλων νεκροποιὰ ἀπεβάλου θρησκεύματα καὶ εἴληφας περιχαρῶς,
βασιλείαν Ἑλένη οὐράνιον.
Δόξα Πατρὶ...
Παλάμῃ σου κυβερνώμενοι Λόγε, ἀγνωσίας τὸ βαθύτατον σκότος, καὶ τῆς δεινῆς
ἀθεΐας τὸν σάλον, οἱ διά σου βασιλεύοντες ἔλιπον, καὶ ἤχθησαν πρὸς γαληνούς,
εὐσεβείας λιμένας γηθόμενοι.
Καὶ νῦν... Θεοτοκίον
Ἰάτρευσον ἀνιάτως νοσοῦσαν, καὶ τῷ δήγματι δεινῶς πληγωθεῖσαν, τοῦ
πονηροῦ, τὴν καρδίαν μου Κόρη, καὶ τῆς ἐν σοὶ θεραπείας ἀξίωσον, καὶ σῶσὸν με
τὸν ἐπὶ σοί, πεποιθότα πρεσβείαις σου ἄχραντε.

Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις· Σὺ γὰρ εἶ ὁ Βασιλεύς...

Κοντάκιον τῶν Ἰσαποστόλων, Ἦχος γ', Ἡ Παρθένος σήμερον


Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένη, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ
πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνην ὄντα, ὅπλον δὲ πιστῶν,
Ἀνάκτων κατ' ἐναντίων· δι' ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις
φρικτόν.
Ὁ Οἶκος
Κωνσταντῖνον πιστοὶ σὺν τῇ μητρὶ τιμήσωμεν· τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους
ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν
κατενόησαν, δι' οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε, καὶ πάντας παρέστησαν
τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ
κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν, καὶ τοῦτο εὑρόντες
ἀνέδειξαν αὐτοί. Διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες
ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.
Συναξάριον
Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ
ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.
Στίχοι
Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος,
Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος.

Σελ. 6
Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΒΑΣΙΑΙ
Οἱ εἱρμοὶ τῆς ἑορτῆς, Ὠδὴ α’, Ἦχος πλ. δ’
Θάλασσαν ἔπηξας, βυθίσας σὺν ἅρμασι τὸν ἀλαζόνα Φαραώ, καὶ λαὸν διέσωσας
ἀβρόχως Κύριε, καὶ εἰσήγαγες αὐτοὺς εἰς ὄρος ἁγιάσματος, βοῶντας· Ἄσωμέν
σοι τῷ Θεῷ ἡμῶν, ᾠδὴν ἐπινίκιον, τῷ ἐν πολέμοις κραταιῷ.
Ὠδὴ γ’
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ’
ἐχθρούς μου τὸ στόμα μου εὐφράνθην ἐν σωτηρίῳ σου.
Ὠδὴ δ’
Ὁ Προφήτης Ἁββακούμ, τοῖς νοεροῖς ὀφθαλμοῖς προεώρα Κύριε, τὴν παρουσίαν
σου· διὸ καὶ ἀνέκραζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός. Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα
τῂ συγκαταβάσει σου.
Ὠδὴ ε’
Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. Κύριε
ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Ὠδὴ Ϛ’
Ὡς ὕδατα θαλάσσης φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με· διό, ὡς Ἰωνᾶς
σοι κραυγάζω Λόγε· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὔσπλαγχνε Κύριε.
Ὠδὴ ζ’
Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο πνεύματι, Θεοῦ
ἐπιστασίᾳ, οἱ Παῖδες ὑπέψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η’
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως
δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Ἱερεὺς· Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...

ΤΙΜΙΩΤΕΡΑ, Ἦχος πλ.δ’ (Εγκ. Αναγν. Σελ. 55)


Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον… Τὴν Τιμιωτέραν τῶν Χερουβείμ…

Καταβασία, θ΄ ᾨδῆ, ὁ Εἱρμός


Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ
σοὶ Θεοτόκε, ἀμφότερα ᾠκονομήθη· διό σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς ἀπαύστως
μακαρίζομεν.

Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις· Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ
Τῶν Ἰσαποστόλων, Ἦχος β', Τοῖς Μαθηταῖς συνέλθωμεν
Οὐκ ἐξ ἀνθρώπων εἴληφε, τὸ βασίλειον κράτος, ἀλλ' ἐκ τῆς θείας χάριτος,
Κωνσταντῖνος ὁ μέγας, σὺν τῇ μητρὶ οὐρανόθεν, ἐξαστράπτον δὲ βλέπει,
Σταυροῦ τὸ θεῖον τρόπαιον· ὅθεν τούτῳ ὀλέσας τοὺς δυσμενεῖς, τῶν εἰδώλων
ἔλυσε τὴν ἀπάτην, ἐν κόσμῳ δὲ ἐκράτυνε, τὴν ὀρθόδοξον πίστιν.
Τῆς Ἑορτῆς, Ἦχος γ', Ὁ οὐρανὸν τοῖς ἄστροις
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς
ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον.

ΑΙΝΟΙ
Στιχηρά Προσόμοια τῶν Ἰσαποστόλων, Ἠχος πλ. δ', Ὢ τοῦ παραδόξου θαύματος
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε
Σελ. 7
αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος
τῆς μεγαλωσύνης αὐτοῦ.
Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς
γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν. Χαίροις ἡ ῥίζα, ἐξ ἧς ἐβλάστησε, καρπὸς ὁ
τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ. Χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε,
Χριστιανῶν, βασιλέων πρώτιστε· Χαῖρε χαρὰ τῶν πιστῶν.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου Πάνσοφε,
λογικῶς θηρεύει σε, ἀλογίᾳ κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς
εὐσεβείας ταῖς ἐπιγνώσεσι, κόσμῳ ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς,
θείων ἀποπέμποντα, πράξεων ἔνδοξε.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων
πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας, ἡμῶν ἐκτρέφουσα, τῇ ἐκμιμήσει,
Ἑλένη πάνσοφε, τῆς πολιτείας σου· ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν
μνήμην σου πανηγυρίζοντες.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις


ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἔλαιον ἀγαλλιάσεως, τοὺς σοὺς μετόχους Χριστέ, Κωνσταντῖνον Ἑλένην τε,
παραδόξως ἔχρισας, τὴν ἀπάτην μισήσαντας, καὶ σοῦ τὸ κάλλος ἐπιποθήσαντας,
καὶ βασιλείας τῆς οὐρανίου σου, τούτους ἠξίωσας, εὐσεβῶς τὸ πρότερον, ἐπὶ
τῆς γῆς, Λόγε βασιλεύσαντας, τῇ ἐπινεύσει σου.
Δόξα Πατρί... Ἰδιόμελον τῶν Ἰσαποστόλων
Ἦχος πλ. δ', Μεθοδίου Πατριάρχου
Ὁ τῶν Ἀνάκτων Ἄναξ καὶ Θεός, ὁ πλουσίαις δωρεαῖς κατακοσμῶν τοὺς ἀξίους,
αὐτὸς οὐρανόθεν, ὥσπερ Παῦλον τὸν ἀοίδιμον, διὰ σημείου τοῦ Σταυροῦ, σὲ
Κωνσταντῖνε ἐζώγρησεν. Ἐν τούτῳ, φήσας, νίκα τοὺς ἐχθρούς σου, ὃν
ἀναζητήσας σὺν μητρὶ θεόφρονι, καὶ εὑρὼν ὡς ἐπόθεις, τούτους κατὰ κράτος
ἐτροπώσω. Σὺν αὐτῇ οὖν ἱκέτευε, ὑπὲρ ὀρθοδόξων Βασιλέων, καὶ τοῦ
φιλοχρίστου Στρατοῦ, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν
μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς.
Καὶ νῦν... Ἰδιόμελον τῆς Ἑορτῆς, Ἦχος πλ. δ'
Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες, τοῦ ἱεροῦ ὁ Σωτὴρ ἡμῶν,
καὶ στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παρρησίᾳ, καὶ ἔλεγες· Ἐγώ εἰμι
τὸ φῶς τοῦ κόσμου, ὁ ἐμοὶ ἀκολουθῶν, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει
τὸ φῶς τῆς ἀθανάτου ζωῆς.

Δοξολογία Μεγάλη εἰς ἦχον πλ. δ' (Εγκ. Αναγν. Σελ. 61)

καὶ τὸ Ἀπολυτίκιον τῶν Ἰσαποστόλων, Ἦχος πλ. δ'


Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν
οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε,
Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ,
πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ


Σελ. 8
Μετά τό· Εὐλογημένη ἡ βασιλεία..., ψάλλεται τό· Χριστός ἀνέστη..., τρίς, ἅπαξ
ἀπό τοῦ Ἱεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.
Εἶτα Συναπτὴ μεγάλη καὶ Ἐκφώνησις " Ὅτι πρέπει σοί, πᾶσα δόξα..." (Εγκ. Αναγν.
Σελ. 85)
Ὁ χορὸς· Ἀμήν. καὶ ... ΑΝΤΙΦΩΝΑ τοῦ Πάσχα.
Ἀντίφωνον Α, Ἦχος β´
Στίχ. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου
ψεύσονταίσε οἱ ἐχθροί σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Στίχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ
ὀνόματι
σου Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα Πατρί ... Καί νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.

Ὁ Ἱερεύς Συναπτὴ μικρὰ καὶ Ἐκφώνησις· Ὅτι σὸν τὸ κράτος...

Ἀντίφωνον Β'
Στίχ. Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον
αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριον σου.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …
Στίχ. Ἐξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ
πάντες.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς …
Στίχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς
γῆς.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ...
Δόξα Πατρί... Καὶ νῦν...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος,
διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός,
θανάτῳ θάνατον πατήσας· Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ
καὶ τῷ ἁγίῳ Πνεύματι σῶσον ἡμᾶς.

Ὁ Ἱερεύς Συναπτὴ μικρὰ καὶ Ἐκφώνησις· Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς
ὑπάρχεις...

Ἀντίφωνον Γ', ἀπολυτίκιον τῆς ἑορτῆς, Ἦχος πλ. α'


Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτω σαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου
αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀ γαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι,
ζωὴν χαρισάμενος.

Εἴσοδος, ὁ Ἱερεύς· Σοφία. Ὀρθοί. Μετά τήν Εἴσοδον - Εἰσοδικὸν

Σελ. 9
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων ὅταν τελεῖται συλλείτουργον)
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. Σῶσον ἡμᾶς Υἱὲ
Θεοῦ, ὁ ἀναστάς ἐκ νεκρῶν ψάλλοντάς σοι· Ἀλληλούϊα.

ΑΠΟΛΥΤΙΚΙΑ
Ἀπολυτίκιον τῆς Ἑορτῆς, Ἦχος πλ. δ'
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων ὅταν τελεῖται συλλείτουργον)
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι
πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς,
Χριστὲ ὁ Θεὸς δόξα σοι.
Ἀπολυτίκιον τῶν Ἰσαποστόλων, Ἦχος πλ. δ'
Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν
οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε,
Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο ἣν περίσῳζε διὰ παντὸς ἐν εἰρήνῃ,
πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.
Ἀπολυτίκιον τοῦ Ναοῦ
? ? ? ?

Κοντάκιον τῆς Ἑορτῆς, Ἦχος δ', Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ


(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων ὅταν τελῆται συλλείτουργον)
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης,
πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ
ἀθανασίας· ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· Τοὺς οἰκτιρμούς σου
δώρησαι ἡμῖν· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.
Ὁ Ἱερεὺς· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορὸς· Κύριε ἐλέησον.
Ὁ Ἱερεύς· Ὅτι ἅγιος εἰ ὁ Θεὸς ἡμῶν....
Ὁ χορὸς· Ἀμήν. Καὶ ...

Τρισάγιον, (Εγκ. Αναγν. Σελ. 100)

ΑΠΟΣΤΟΛΟΣ: Τῶν Ἰσαποστόλων


Προκείμενον, Ἦχος πλ. δ΄, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
Ἐν ταῖς ἡμέραις ἐκείναις, Ἀγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη·
Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν
χεῖρα. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς
τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, Βασιλεῦ,
οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν
ἐμοὶ πορευομένους. Πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν
λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με
διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον· τίς εἶ, Κύριε; ὁ δὲ
εἶπεν· ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας
σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε
εἶδες ὧν τε ὀφθήσομαί σοι· ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν, εἰς οὓς
ἐγώ σε ἀποστέλλω ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς
φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν
ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν, βασιλεῦ
Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ· ἀλλὰ τοῖς ἐν Δαμασκῷ
πρῶτον καὶ Ἱεροσολύμοις, εἰς πᾶσάν τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν
ἀπαγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα
πράσσοντας.
Ὁ χορὸς· Ἀλληλούϊα (γ’)
Σελ. 10
ΕΥΑΓΓΕΛΙΟΝ: Τῶν Ἰσαποστόλων· “ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος… ”

Ὁ χορὸς· Δόξα σοι Κύριε, δόξα σοι.

Καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό, Ἐξαιρέτως, Ἦχος β’


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Κοινωνικόν
Εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ῥήματα αὐτῶν.
Ἀντί τοῦ· Εἴδομεν τό φῶς..., τό·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι,
ζωὴν χαρισάμενος.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

Ἀπόλυσις: Ὁ ἀναστάς ἐκ νεκρῶν... κατακλειομένη διά τοῦ*· Χριστὸς ἀνέστη ἐκ


νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Ὁ χορὸς· Ἀληθῶς ἀνέστη ὁ Κύριος.

* Διαφέρουν στο σημεῖο αὐτὸ οἱ ὁδηγίες τοῦ Ἡμερολογίου τοῦ Οἰκ. Πατριαρχείου καὶ τῶν
Διπτύχων τῆς Ἐκκλ. τῆς Ἑλλάδος περὶ τῆς ἀπολύσεως μέ “ Δι’ εὐχῶν… ” ἤ μέ “ Χριστὸς Ἀνέστη…
”.

Πηγή
http://orthodox.forumup.gr/about3-orthodox.html
Κείμενο τοῦ Ὄρθρου καί τῆς Θείας Λειτουργίας σύμφωνα μέ τό τυπικό του Οἰκ. Πατριαρχείου.
Χρειάζεται μόνο τό Ἐγκ. τοῦ Ἀναγνώστου καί τό παρόν κείμενο γιά Ὄρθρο καί Θ.Λ..
Ἀναφέρονται καί σελίδες στό Ἐγκ. τοῦ Ἀναγν. στήν ἔκδοση τοῦ 1996 (μικρό μέγεθος).

Σελ. 11

Você também pode gostar